Προμηθεύς
λῦσόν με, ὦ Ζεῦ: δεινὰ γὰρ ἤδη πέπονθα.
Ζεύς
λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας
ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον
ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ,
ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ᾽ ὧν τοιαῦθ᾽
ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας
καὶ γυναῖκας ἐδημιούργησας; ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας
ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα
παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων,
τί χρὴ λέγειν;
Προμηθεύς
οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον
χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα
ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι;
Ζεύς
οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.
Προμηθεύς
καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι
μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.
Ζεύς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.