next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ Ἡροδότου ... πολλοὺς μέν, Ἀλέξανδρε, καὶ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε: πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ μόνον, ὥς φησιν Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον: ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. ... μάλιστα πρός τε Βοιωτοὺς καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν : ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατ᾽ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γ᾽ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν ἂν βιβλίων δεήσειεν. ἀλλὰ
δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον
ὥς φησιν Σοφοκλῆς, μάλιστα δ᾽ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς τ᾽ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς [p. 209] ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν : δ᾽ Ἡροδότου κακοήθεια λειοτέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδ᾽ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: