Ode 15
1
Ἀντήνορος] ἀντιθέου!!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος,
ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου
¯¯˘¯¯ χ]ρυσέας
5¯˘¯¯¯˘ ]ν Ὀδυσσεῖ
Λαρτιᾴδᾳ Μενελ]άῳ τ᾽ Ἀτρεΐδᾳ βασιλεῖ
¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ
¯ ¯ ˘ ˘ ¯ ˘ ˘]ον
× ¯ ˘ ˘ ¯ ˘ ˘ ¯] προσήνεπεν
10× ¯ ˘ ¯ ¯ ¯ ˘ ἐ]ϋκτιμέναν
¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯
¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯]δ̣ων τυχόντες
¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯] σὺν θεοῖς
¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯]ους
2 ¯ ¯ ˘˘ ¯ ˘˘ ¯
¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ
3 ¯ ¯ ˘ ¯ ¯ ¯ ˘˘ ¯ ˘˘ ¯
4 ἆγον, πατὴρ δ᾽ εὔβουλος ἥρως
πάντα σάμαινεν Πριάμῳ βασιλεῖ
παίδεσσί τε μῦθον Ἀχαιῶν.
40ἔνθα κάρυκες δι᾽ εὐ-
ρεῖαν πόλιν ὀρνύμενοι
Τρώων ἀόλλιζον φάλαγγας
δεξίστρατον εἰς ἀγοράν.
παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος:
45θεοῖς δ᾽ ἀνίσχοντες χέρας ἀθανάτοις
εὔχοντο παύσασθαι δυᾶν.
Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
φθέγξατ᾽, εὐπέπλοισι κοινώσας Χάρισσιν:
50ὦ Τρῶες ἀρηΐφιλοι,
Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
ἀλλ᾽ ἐν μέσῳ κεῖται κιχεῖν
πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
55Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος:
ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
ἁ δ᾽ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
ἐξαισίοις θάλλουσ᾽ ἀθαμβὴς
Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς
60ἀλλότριον ὤπασεν, αὖτις
δ᾽ ἐς βαθὺν πέμπει φθόρον,
κείνα καὶ ὑπερφιάλους
Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.