[289]
τοῦτο οὐ φέρω ὑμῶν, καί μοι δοκεῖτε ὑπὸ φθόνου
αὐτὸ ποιεῖν, ὅτι ποιμαίνων ποτὲ ἀπὸ τῆς σκοπῆς παιζούσας
ἡμᾶς ἰδὼν ἐπὶ τῆς ᾐόνος ἐν τοῖς πρόποσι τῆς Αἴτνης,
καθ᾽ ὃ μεταξὺ τοῦ ὄρους καὶ τῆς θαλάττης αἰγιαλὸς ἀπομηκύνεται,
ὑμᾶς μὲν οὐδὲ προσέβλεψεν, ἐγὼ δὲ ἐξ ἁπασῶν
ἡ καλλίστη ἔδοξα, καὶ μόνῃ ἐμοὶ ἐπεῖχε τὸν ὀφθαλμόν.
ταῦτα ὑμᾶς ἀνιᾷ: δεῖγμα γάρ, ὡς ἀμείνων εἰμὶ καὶ
ἀξιέραστος, ὑμεῖς δὲ παρώφθητε.
Δῶρις
εἰ ποιμένι καὶ ἐνδεεῖ τὴν ὄψιν καλὴ ἔδοξας,
ἐπίφθονος οἴει γεγονέναι; καίτοι τί ἄλλο ἐν σοὶ
ἐπαινέσαι εἶχεν ἢ τὸ λευκὸν μόνον; καὶ τοῦτο, οἶμαι,
ὅτι ξυνήθης ἐστὶ τυρῷ καὶ γάλακτι: πάντα οὖν τὰ ὅμοια
τούτοις ἡγεῖται καλά. 3. ἐπεὶ τά γε ἄλλα ὁπόταν ἐθελήσῃς
μαθεῖν, οἵα τυγχάνεις οὖσα τὴν ὄψιν, ἀπὸ πέτρας
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.