Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
1325φερέτω κάλαθον ταχύ τις πτερύγων,
σὺ δ᾽ αὖθις ἐξόρμα — Πισθέταιρος
τύπτων γε τοῦτον ὡδί. Χορός
πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος. Πισθέταιρος
Μανῆς γάρ ἐστι δειλός. Χορός
1330σὺ δὲ τὰ πτερὰ πρῶτον
διάθες τάδε κόσμῳ,
τά τε μουσίχ᾽ ὁμοῦ τά τε μαντικὰ καὶ
τὰ θαλάττι᾽. ἔπειτα δ᾽ ὅπως φρονίμως
πρὸς ἄνδρ᾽ ὁρῶν πτερώσεις. Πισθέταιρος
1335οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.