previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1226α] ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ δόξα, οὐδ᾽ ἁπλῶς εἴ τις οἴεταί τι. τῶν γὰρ ἐφ᾽ αὑτῷ τι ἦν τὸ προαιρετόν, δοξάζομεν δὲ πολλὰ καὶ τῶν οὐκ ὄντων ἐφ᾽ ἡμῖν, οἷον τὴν διάμετρον σύμμετρον. ἔτι οὐκ ἔστι προαίρεσις ἀληθὴς ψευδής. οὐδὲ δὴ [5] τῶν ἐφ᾽ αὑτῷ ὄντων πρακτῶν δόξα, τυγχάνομεν οἰόμενοι δεῖν τι πράττειν οὐ πράττειν. κοινὸν δὲ περὶ δόξης τοῦτο καὶ βουλήσεως: οὐθεὶς γὰρ τέλος οὐδὲν προαιρεῖται, ἀλλὰ τὰ πρὸς τὸ τέλος: λέγω δ᾽ οἷον οὐθεὶς ὑγιαίνειν προαιρεῖται, ἀλλὰ περιπατεῖν καθῆσθαι τοῦ ὑγιαίνειν ἕνεκεν, οὐδ᾽ [10] εὐδαιμονεῖν, ἀλλὰ χρηματίζεσθαι κινδυνεύειν τοῦ εὐδαιμονεῖν ἕνεκα: καὶ ὅλως δηλοῖ ἀεὶ προαιρούμενος τί τε καὶ τίνος ἕνεκα προαιρεῖται, ἔστι δὲ τὸ μὲν τίνος, οὗ ἕνεκα προαιρεῖται ἄλλο, τὸ δὲ τί, προαιρεῖται ἕνεκα ἄλλου. βούλεται δέ γε μάλιστα τὸ τέλος, καὶ δοξάζει δεῖν καὶ ὑγιαίνειν καὶ εὖ [15] πράττειν. ὥστε φανερὸν διὰ τούτων ὅτι ἄλλο καὶ δόξης καὶ βουλήσεως. βούλεσθαι μὲν γὰρ καὶ δόξα μάλιστα τοῦ τέλους, προαίρεσις δ᾽ οὐκ ἔστιν.

ὅτι μὲν οὖν οὐκ ἔστιν οὔτε βούλησις οὔτε δόξα οὔθ᾽ ὑπόληψις ἁπλῶς προαίρεσις, δῆλον: τί δὲ διαφέρει τούτων, καὶ πῶς [20] ἔχει πρὸς τὸ ἑκούσιον; ἅμα δὲ δῆλον ἔσται, καὶ τί ἐστι προαίρεσις. ἔστι δὴ τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τὰ μὲν τοιαῦτα ὥστε ἐνδέχεσθαι βουλεύσασθαι περὶ αὐτῶν: περὶ ἐνίων δ᾽ οὐκ ἐνδέχεται. τὰ μὲν γὰρ δυνατὰ μέν ἐστι καὶ εἶναι καὶ μὴ εἶναι, ἀλλ᾽ οὐκ ἐφ᾽ ἡμῖν αὐτῶν γένεσις ἐστίν, ἀλλὰ τὰ μὲν διὰ φύσιν τὰ δὲ δι᾽ [25] ἄλλας αἰτίας γίνεται, περὶ ὧν οὐδεὶς ἂν ἐγχειρήσειε βουλεύεσθαι μὴ ἀγνοῶν: περὶ ὧν δ᾽ ἐνδέχεται μὴ μόνον τὸ εἶναι καὶ μή, ἀλλὰ καὶ τὸ βουλεύσασθαι τοῖς ἀνθρώποις, ταῦτα δ᾽ ἐστὶν ὅσα ἐφ᾽ ἡμῖν ἐστι πρᾶξαι μὴ πρᾶξαι. διὸ οὐ βουλευόμεθα περὶ τῶν ἐν Ἰνδοῖς, οὐδὲ πῶς ἂν κύκλος [30] τετραγωνισθείη. τὰ μὲν γὰρ οὐκ ἐφ᾽ ἡμῖν: τὸ δ᾽ ὅλως οὐ πρακτόν ἀλλ᾽ οὐδὲ περὶ τῶν ἐφ᾽ ἡμῖν πρακτῶν περὶ ἁπάντων.] καὶ δῆλον ὅτι οὐδὲ δόξα ἁπλῶς προαίρεσις ἐστίν):, τὰ δὲ προαιρετὰ καὶ πρακτὰ τῶν ἐφ᾽ ἡμῖν ὄντων ἐστίν. διὸ καὶ ἀπορήσειεν ἄν τις, τί δή ποθ᾽ οἱ μὲν ἰατροὶ βουλεύονται περὶ ὧν [35] ἔχουσι τὴν ἐπιστήμην, οἱ δὲ γραμματικοὶ οὔ; αἴτιον δ᾽ ὅτι διχῇ γινομένης τῆς ἁμαρτίας γὰρ λογιζόμενοι ἁμαρτάνομεν κατὰ τὴν αἴσθησιν αὐτὸ δρῶντεςἐν μὲν τῇ ἰατρικῇ ἀμφοτέρως ἐνδέχεται ἁμαρτεῖν, ἐν δὲ τῇ γραμματικῇ κατὰ τὴν αἴσθησιν καὶ πρᾶξιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: