previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1227α] εἰ γὰρ καὶ μὴ διακριβοῦσιν, ἀλλ᾽ ἅπτονταί γέ πῃ τῆς ἀληθείας. ἀλλὰ περὶ μὲν τούτων ἐροῦμεν ἐν τῇ περὶ τῶν δικαίων ἐπισκέψει: δὲ προαίρεσις ὅτι οὔτε ἁπλῶς βούλησις οὔτε δόξα ἐστί, δῆλον, ἀλλὰ δόξα τε καὶ ὄρεξις, ὅταν [5] ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν.

ἐπεὶ δὲ βουλεύεται ἀεὶ βουλευόμενος ἕνεκα τινός, καὶ ἐστὶ σκοπός τις ἀεὶ τῷ βουλευομένῳ πρὸς ὃν σκοπεῖ τὸ συμφέρον, περὶ μὲν τοῦ τέλους οὐθεὶς βουλεύεται, ἀλλὰ τοῦτ᾽ ἐστιν ἀρχὴ καὶ ὑπόθεσις, ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ὑποθέσεις [10]εἴρηται δὲ περὶ αὐτῶν ἐν μὲν τοῖς ἐν ἀρχῇ βραχέως, ἐν δὲ τοῖς ἀναλυτικοῖς δι᾽ ἀκριβείας), περὶ δὲ τῶν πρὸς τὸ τέλος φερόντων σκέψις καὶ μετὰ τέχνης καὶ ἄνευ τέχνης πᾶσιν ἐστίν, οἷον εἰ πολεμῶσιν μὴ πολεμῶσιν τοῦτο βουλευομένοις. ἐκ προτέρου δὲ μᾶλλον ἔσται τὸ δι᾽ , τοῦτ᾽ ἐστι τὸ οὗ ἕνεκα, οἷον πλοῦτος [15] ἡδονὴ τι ἄλλο τοιοῦτον τυγχάνει οὗ ἕνεκα. βουλεύεται γὰρ βουλευόμενος, εἰ ἀπὸ τοῦ τέλους ἔσκεπται, τι ἐκεῖ συντείνει ὅπως εἰς αὑτὸν ἀγάγῃ, αὐτὸς δύναται πρὸς τὸ τέλος. τὸ δὲ τέλος ἐστὶ φύσει μὲν ἀεὶ ἀγαθόν, καὶ περὶ οὗ κατὰ μέρος βουλεύονται, οἷον ἰατρὸς βουλεύσαιτο ἂν εἰ δῴη [20] φάρμακον, καὶ στρατηγὸς ποῦ στρατοπεδεύσηται, οἷς ἀγαθὸν τὸ τέλος τὸ ἁπλῶς ἄριστον ἐστίν: παρὰ φύσιν δὲ καὶ διαστροφὴν οὐ τὸ ἀγαθόν, ἀλλὰ τὸ φαινόμενον ἀγαθόν. αἴτιον δ᾽ ὅτι τῶν ὄντων τὰ μὲν οὐκ ἔστιν ἐπ᾽ ἄλλῳ χρήσασθαι πρὸς πέφυκεν, οἷον ὄψει: οὐ γὰρ οἷόν τ᾽ ἰδεῖν οὗ μή ἐστιν [25] ὄψις, οὐδ᾽ ἀκοῦσαι οὗ μή ἐστιν ἀκοή: ἀλλ᾽ ἀπὸ ἐπιστήμης ποιῆσαι καὶ οὗ μή ἐστιν ἐπιστήμη. οὐ γὰρ ὁμοίως τῆς ὑγιείας αὐτὴ ἐπιστήμη καὶ νόσου, ἀλλὰ τῆς μὲν κατὰ φύσιν τῆς δὲ παρὰ φύσιν. ὁμοίως δὲ καὶ βούλησις φύσει μὲν τοῦ ἀγαθοῦ ἐστί, παρὰ φύσιν δὲ καὶ τοῦ κακοῦ, καὶ βούλεται [30] φύσει μὲν τὸ ἀγαθόν, παρὰ φύσιν δὲ καὶ διαστροφὴν καὶ τὸ κακόν.

ἀλλὰ μὴν ἑκάστου γε φθορὰ καὶ διαστροφὴ οὐκ εἰς τὸ τυχόν, ἀλλ᾽ εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ. οὐ γὰρ ἔστιν ἐκβῆναι ἐκ τούτων, ἐπεὶ καὶ ἀπάτη οὐκ εἰς τὰ τυχόντα γίνεται, ἀλλ᾽ εἰς τὰ ἐναντία ὅσοις ἐστὶν ἐναντία, καὶ εἰς [35] ταῦτα τῶν ἐναντίων κατὰ τὴν ἐπιστήμην ἐναντία ἐστίν. ἀνάγκη ἄρα καὶ τὴν ἀπάτην καὶ τὴν προαίρεσιν ἀπὸ τοῦ μέσου ἐπὶ τὰ ἐναντία γίνεσθαιἐναντία δὲ τῷ μέσῳ καὶ τὸ πλέον καὶ τὸ ἔλαττον).—αἴτιον δὲ τὸ ἡδὺ καὶ τὸ λυπηρόν: οὕτω γὰρ ἔχει ὥστε τῇ ψυχῇ φαίνεσθαι τὸ μὲν ἡδὺ ἀγαθὸν [40] καὶ τὸ ἥδιον ἄμεινον, καὶ τὸ λυπηρὸν κακὸν καὶ τὸ λυπηρότερον χεῖρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: