previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1249α] διὸ ἀγαθοὶ μὲν ἄνδρες εἰσίτὰ γὰρ φύσει μὲν ἀγαθὰ αὐτοῖς ἐστίν), καλοκἀγαθίαν δὲ οὐκ ἔχουσιν. οὐ γὰρ ὑπάρχει αὐτοῖς τὰ καλὰ δι᾽ αὑτά, καὶ προαιροῦνται καλοὶ κἀγαθοὶ, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ μὴ καλὰ μὲν [5] φύσει ὄντα, ἀγαθὰ δὲ φύσει ὄντα τούτοις καλά. καλὰ γάρ ἐστιν ὅταν, οὗ ἕνεκα πράττουσι καὶ αἱροῦνται, καλὰ , διότι τῷ καλῷ κἀγαθῷ καλά ἐστι τὰ φύσει ἀγαθά. καλὸν γὰρ τὸ δίκαιον: τοῦτο δὲ τὸ κατ᾽ ἀξίαν: ἄξιος δ᾽ οὗτος τούτων. καὶ τὸ πρέπον καλόν: πρέπει δὲ ταῦτα τούτῳ, [10] πλοῦτος εὐγένεια δύναμις. ὥστε τῷ καλῷ κἀγαθῷ καὶ αὐτὰ τὰ συμφέροντα καὶ καλά ἐστι: τοῖς δὲ πολλοῖς διαφωνεῖ τοῦτο. οὐ γὰρ τὰ ἁπλῶς ἀγαθὰ κἀκείνοις ἀγαθὰ ἐστί, τῷ δ᾽ ἀγαθῷ ἀγαθά. τῷ δὲ καλῷ κἀγαθῷ καὶ καλά. πολλὰς γὰρ καὶ καλὰς πράξεις δι᾽ αὑτὰς ἔπραξεν. δ᾽ οἰόμενος τὰς [15] ἀρετὰς ἔχειν δεῖν ἕνεκα τῶν ἐκτὸς ἀγαθῶν, κατὰ τὸ συμβεβηκὸς τὰ καλὰ πράττει. ἔστιν οὖν καλοκἀγαθία ἀρετὴ τέλειος.

καὶ περὶ ἡδονῆς δ᾽ εἴρηται ποῖόν τι καὶ πῶς ἀγαθόν, καὶ ὅτι τά τε ἁπλῶς ἡδέα καὶ καλὰ καὶ τὰ τε ἁπλῶς ἀγαθὰ ἡδέα. οὐ γίνεται δὲ ἡδονὴ μὴ ἐν πράξει: διὰ τοῦτο ἀληθῶς [20] εὐδαίμων καὶ ἥδιστα ζήσει, καὶ τοῦτο οὐ μάτην οἱ ἄνθρωποι ἀξιοῦσιν.

ἐπεὶ δ᾽ ἐστί τις ὅρος καὶ τῷ ἰατρῷ, πρὸς ὃν ἀναφέρων κρίνει τὸ ὑγιεινὸν σώματι καὶ μή, καὶ πρὸς ὃν μέχρι ποσοῦ ποιητέον ἕκαστον καὶ εὖ ὑγιαῖνον, εἰ δὲ ἔλαττον πλέον, οὐκέτι: οὕτω καὶ τῷ σπουδαίῳ περὶ τὰς πράξεις καὶ [25] αἱρέσεις τῶν φύσει μὲν ἀγαθῶν οὐκ ἐπαινετῶν δὲ δεῖ τινα εἶναι ὅρον καὶ τῆς ἕξεως καὶ τῆς αἱρέσεως καὶ περὶ φυγῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: