Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ὃν βασιλεὺς ἥδιστ᾽ ἂν ἀκούσαι, ὡς τὸν ἀμφοτέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ τῷ βασιλεῖ φοβερώτερός ἐσθ᾽ ὁ Φίλιππος, ἂν προτέροις ἡμῖν ἐπιθῆται: εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθ᾽ ἡμεῖς, ἀδεῶς ἐπ᾽ ἐκεῖνον ἤδη πορεύσεται. ὑπὲρ δὴ τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι, δι᾽ ἣν πολλάκις ἠλαττώθητε, ‘ὁ δὴ βάρβαρος, καὶ ὁ κοινὸς ἅπασιν ἐχθρός,’ καὶ πάντα τὰ τοιαῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.