Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
ἡγοῦνται γάρ, ἂν μὲν ὑμεῖς ὁμοθυμαδὸν ἐκ μιᾶς γνώμης Φίλιππον ἀμύνησθε, κἀκείνου κρατήσειν ὑμᾶς καὶ αὑτοῖς οὐκέτ᾽ ἔσεσθαι μισθαρνεῖν, ἂν δ᾽ ἀπὸ τῶν πρώτων θορύβων αἰτιασάμενοί τινας πρὸς τὸ κρίνειν τράπησθε, αὐτοὶ μὲν τούτων κατηγοροῦντες ἀμφότερ᾽ ἕξειν, καὶ παρ᾽ ὑμῖν εὐδοκιμήσειν καὶ παρ᾽ ἐκείνου χρήματα λήψεσθαι, ὑμᾶς δ᾽ ὑπὲρ ὧν δεῖ παρὰ τούτων δίκην λαβεῖν, παρὰ τῶν ὑπὲρ ὑμῶν εἰρηκότων λήψεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.