This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[192]
γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν: ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατ᾽ ἂν ταύτην ἔχοι τὴν αἰτίαν, οὐχ ὁ ἐσκεμμένος οὐδ᾽ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν. ἐγὼ μὲν οὖν τοῦτο ποιῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὐτὸς ὁμολογῶ: Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτ᾽ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν: εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτ᾽ αὐτῷ σκοπεῖν, οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.