Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. καὶ μετὰ ταῦτα ὁ ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον. καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν ὅ τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ: κἀγώ, ὦ ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος. τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.