This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ‘ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. ἀλλ᾽ εἰ μὲν βούλει, ταῦτα παράλαβε: εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπ᾽ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. τὴν δὲ ναῦν παράλαβε: οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν: ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.