Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὰς μὲν οὖν ἐλπίδας ἔχων τοιαύτας ἐγχειρῶ τῷ λόγῳ: ἡγοῦμαι δὲ πάντας ἂν ὁμολογῆσαί μοι τοῖς τηλικούτοις μάλιστα κατεπείγειν κάλλος μὲν ἐπὶ τῆς ὄψεως, σωφροσύνην δ᾽ ἐπὶ τῆς ψυχῆς, ἀνδρείαν δ᾽ ἐπ᾽ ἀμφοτέρων τούτων, χάριν δ᾽ ἐπὶ τῶν λόγων διατελεῖν ἔχοντας. ὧν τὰ μὲν τῆς φύσεως οὕτω καλῶς ἡ τύχη σοι παραδέδωκεν ὥστε περίβλεπτον καὶ θαυμαζόμενον διατελεῖν, τὰ δ᾽ αὐτὸς παρὰ τὴν ἐπιμέλειαν εἰς τοῦτο προαγαγὼν ἥκεις ὥστε μηδέν᾽ ἄν σοι τῶν εὖ φρονούντων ἐπιτιμῆσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.