Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μενέλαος
515ἴθ᾽ ὑποχθόνιοι: καὶ γὰρ ἀπ᾽ ἐχθρῶν
ἥκετε πύργων: δύο δ᾽ ἐκ δισσαῖν
θνῄσκετ᾽ ἀνάγκαιν: σὲ μὲν ἡμετέρα
ψῆφος ἀναιρεῖ, παῖδα δ᾽ ἐμὴ παῖς
τόνδ᾽ Ἑρμιόνη: καὶ γὰρ ἀνοία
520μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
ἐξὸν κτείνειν
καὶ φόβον οἴκων ἀφελέσθαι.