previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πηλεύς
οἴμοι, καθ᾽ Ἑλλάδ᾽ ὡς κακῶς νομίζεται:
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
695οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
ἀλλ᾽ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετ᾽ ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
[σεμνοὶ δ᾽ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
700φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες:
οἱ δ᾽ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
εἰ τόλμα προσγένοιτο βούλησίς θ᾽ ἅμα.]
ὡς καὶ σὺ σός τ᾽ ἀδελφὸς ἐξωγκωμένοι
Τροίᾳ κάθησθε τῇ τ᾽ ἐκεῖ στρατηγίᾳ,
705μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
δείξω δ᾽ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῇ τῆσδ᾽ ὡς τάχιστ᾽ ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν γ᾽ ἐξ ἡμῶν γεγὼς
710ἐλᾷ δι᾽ οἴκων τῶνδ᾽ ἐπισπάσας κόμης
εἰ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσ᾽ αὐτὴ τέκνα.
ἀλλ᾽, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
715φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.

ἔπαιρε σαυτήν: ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
ὧδ᾽, κάκιστε, τῆσδ᾽ ἐλυμήνω χέρας;
720βοῦν λέοντ᾽ ἤλπιζες ἐντείνειν βρόχοις;
μὴ ξίφος λαβοῦσ᾽ ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρ᾽ ὑπ᾽ ἀγκάλας, βρέφος,
ξύλλυε μητρὸς δεσμόν: ἐν Φθίᾳ σ᾽ ἐγὼ
θρέψω μέγαν τοῖσδ᾽ ἐχθρόν. εἰ δ᾽ ἀπῆν δορὸς
725τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
τἄλλ᾽ ὄντες ἴστε μηδενὸς βελτίονες.

Χορός
ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: