Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ἀβάτου δὲ τῆς Ἑλλάδος ἡμῖν οὔσης διὰ τὸν πόλεμον τὸν γεγενημένον, καὶ πανταχοῦ συλωμένων ἡμῶν, τὰ πλεῖστα τούτων διέλυσα, τοῖς μὲν ἅπαντ᾽ ἀποτίνων, τοῖς δὲ μέρη, τῶν δ᾽ ἀναβαλέσθαι δεόμενος, πρὸς δὲ τοὺς ὅπως ἠδυνάμην περὶ τῶν ἐγκλημάτων διαλλαττόμενος. ἔτι δὲ καὶ τῶν νῆσον οἰκούντων δυσκόλως πρὸς ἡμᾶς διακειμένων, καὶ βασιλέως τῷ μὲν λόγῳ διηλλαγμένου τῇ δ᾽ ἀληθεία τραχέως ἔχοντος,