Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
προτρέπετε τοὺς νεωτέρους ἐπ᾽ ἀρετὴν μὴ μόνον παραινοῦντες, ἀλλὰ καὶ περὶ τὰς πράξεις ὑποδεικνύοντες αὐτοῖς οἵους εἶναι χρὴ τοὺς ἄνδρας τοὺς ἀγαθούς. διδάσκετε τοὺς παῖδας τοὺς ὑμετέρους αὐτῶν πειθαρχεῖν,1 καὶ περὶ τὴν παίδευσιν τὴν εἰρημένην2 ἐθίζετ᾽ αὐτοὺς ὡς μάλιστα διατρίβειν: ἢν γὰρ καλῶς ἄρχεσθαι μάθωσι, πολλῶν ἄρχειν δυνήσονται, καὶ πιστοὶ μὲν ὄντες καὶ δίκαιοι μεθέξουσι τῶν ἡμετέρων ἀγαθῶν, κακοὶ δὲ γενόμενοι κινδυνεύσουσι περὶ τῶν ὑπαρχόντων.
1 πειθαρχεῖν Γ: βασιλεύεσθαιvulg.