Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[165]
δέδεικται γὰρ, ὅταν τις πολεμῇ πρὸς ἀνθρώπους ἐκ πολλῶν τόπων συλλεγομένους, ὅτι δεῖ μὴ περιμένειν ἕως ἂν ἐπιστῶσιν, ἀλλ᾽ ἔτι διεσπαρμένοις αὐτοῖς ἐπιχειρεῖν. ἐκεῖνοι μὲν οὖν προεξαμαρτόντες ἅπαντα ταῦτ᾽ ἐπηνωρθώσαντο, καταστάντες εἰς τοὺς μεγίστους ἀγῶνας: ἡμεῖς δ᾽ ἂν σωφρονῶμεν, ἐξ ἀρχῆς φυλαξόμεθα, καὶ πειρασόμεθα φθῆναι περὶ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν στρατόπεδον ἐγκαταστήσαντες,