Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
βούλομαι δ᾽, εἰ καί τινές με φήσουσιν ἔξω τῆς ὑποθέσεως λέγειν, δηλῶσαι καὶ διελθεῖν ὅσον αὕτη τῆς τότε διήνεγκεν, ἵνα μηδεὶς οἴηταί με τὰ μὲν ἁμαρτήματα τοῦ δήμου λίαν ἀκριβῶς ἐξετάζειν, εἰ δέ τι καλὸν ἢ σεμνὸν διαπέπρακται, ταῦτα δὲ παραλείπειν. ἔσται δ᾽ ὁ λόγος οὔτε μακρὸς οὔτ᾽ ἀνωφελὴς τοῖς ἀκούουσιν.