Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
ἀλλὰ πολλὴν ἡσυχίαν ἦγον. νῦν δ᾽ εἰς τοῦτο τὰ πράγματα περιέστηκεν, ὥσθ᾽ οἱ μὲν μισοῦσι τὴν πόλιν, οἱ δὲ καταφρονοῦσιν ἡμῶν: καὶ περὶ μὲν τοῦ μίσους τῶν Ἑλλήνων αὐτῶν ἀκηκόατε τῶν στρατηγῶν: ὡς δὲ βασιλεὺς ἔχει πρὸς ἡμᾶς, ἐκ τῶν ἐπιστολῶν ὧν ἔπεμψεν ἐδήλωσεν.