[220α]
Ξένος
πῶς δὲ οὐκ ἔστον; καὶ δεῖ γε ἡμᾶς τὸ μὲν τῶν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατ᾽ ἔνια τῆς κολυμβητικῆς ἄττα μέρη καὶ τοιαῦτ᾽ ἄλλα βραχέα, χαίρειν ἐᾶσαι, τὸ δέ, τῶν ἐμψύχων ζῴων οὖσαν θήραν, προσειπεῖν ζῳοθηρικήν.Θεαίτητος
ἔστω.Ξένος
ζῳοθηρικῆς δὲ ἆρ᾽ οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι διῃρημένον, πεζοθηρικόν, τὸ δ᾽ ἕτερον νευστικοῦ ζῴου πᾶν ἐνυγροθηρικόν;Θεαίτητος
πάνυ γε.