previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης: οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατ᾽ ἀξίαν, πάντα μὲν ἐκφερούσῃ καρπὸν καὶ τὸν ἡμερώτατον, [p. 705] πᾶν δὲ φυτόν: καὶ γὰρ τὰ ἀειθαλῆ φέρει: τυγχάνει δ᾽ ἐπιμελείας οὐδὲ μικρᾶςἀλλὰ τάγ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
1καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον: πολλαχοῦ γὰρ σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρῳ τμηθεῖσαν ἀλλ᾽ αὐτοξύλῳ ἀρότρῳ. ποτίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν ὥστ᾽ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν: διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι: πρόσεστι δὲ καὶ τὸ εὐάερον ἐκείνων μᾶλλον. ἄσκαφοι δ᾽ αἱ ἄμπελοι μένουσαι διὰ τέλους, τεμνόμεναι δὲ διὰ πενταετηρίδος, νέαι μὲν διετεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δ᾽ ἀποδιδόασι τοσοῦτον ὥστ᾽ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος. εὐερνῆ δ᾽ ἐστὶ καὶ τὰ βοσκήματα παρ᾽ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: