previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9]

τὰ δὲ διαστήματα οὕτω λέγει: ἀπὸ μὲν τοῦ Κασπίου ἐπὶ τὸν Κῦρον ὡς χιλίους ὀκτακοσίους σταδίους, ἔνθεν δ᾽ ἐπὶ Κασπίας πύλας πεντακισχιλίους ἑξακοσίους, εἶτ᾽ εἰς Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις ἑξακισχιλίους τετρακοσίους, εἶτ᾽ εἰς Βάκτραν τὴν πόλιν, καὶ Ζαριάσπα καλεῖται, τρισχιλίους ὀκτακοσίους ἑβδομήκοντα, εἶτ᾽ ἐπὶ τὸν Ἰαξάρτην ποταμόν, ἐφ᾽ ὃν Ἀλέξανδρος ἧκεν, ὡς πεντακισχιλίους: ὁμοῦ δισμύριοι δισχίλιοι ἑξακόσιοι ἑβδομήκοντα. λέγει δὲ καὶ οὕτω τὰ διαστήματα ἀπὸ Κασπίων πυλῶν εἰς Ἰνδούς: εἰς μὲν Ἑκατόμπυλον χιλίους ἐνακοσίους ἑξήκοντά φασιν, εἰς δ᾽ Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις τετρακισχιλίους πεντακοσίους τριάκοντα, εἶτ᾽ εἰς Προφθασίαν τὴν ἐν Δραγγῇ χιλίους ἑξακοσίους, οἱ δὲ πεντακοσίους, εἶτ᾽ εἰς Ἀραχωτοὺς τὴν πόλιν τετρακισχιλίους ἑκατὸν εἴκοσιν, εἶτ᾽ εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον δισχιλίους, εἶτ᾽ εἰς τὰ ὅρια τῆς Ἰνδικῆς χιλίους: ὁμοῦ μύριοι πεντακισχίλιοι τριακόσιοι. ἐπ᾽ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν, τὸ ἀπὸ τοῦ Ἰνδοῦ μέχρι τῆς ἑῴας θαλάττης μῆκος τῆς Ἰνδικῆς. ταῦτα μὲν τὰ περὶ τοὺς Σάκας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: