previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[52]

μετὰ δὲ τοὺς ἀστυνόμους τρίτη ἐστὶ συναρχία περὶ τὰ στρατιωτικά, καὶ αὕτη ταῖς πεντάσιν ἑξαχῇ διωρισμένη: ὧν τὴν μὲν μετὰ τοῦ ναυάρχου τάττουσι τὴν δὲ μετὰ τοῦ ἐπὶ τῶν βοϊκῶν ζευγῶν, δι᾽ ὧν ὄργανα κομίζεται καὶ τροφὴ αὐτοῖς τε καὶ κτήνεσι καὶ τὰ ἄλλα τὰ χρήσιμα τῇ στρατιᾷ. οὗτοι δὲ καὶ τοὺς διακόνους παρέχουσι, τυμπανιστάς, κωδωνοφόρους, ἔτι δὲ καὶ ἱπποκόμους καὶ μηχανοποιοὺς καὶ τοὺς τούτων ὑπηρέτας: ἐκπέμπουσί τε πρὸς κώδωνα τοὺς χορτολόγους, τιμῇ καὶ κολάσει τὸ τάχος κατασκευαζόμενοι καὶ τὴν ἀσφάλειαν. τρίτοι δέ εἰσιν οἱ τῶν πεζῶν ἐπιμελούμενοι: τέταρτοι δ᾽ οἱ τῶν ἵππων: πέμπτοι δ᾽ ἁρμάτων: ἕκτοι δὲ ἐλεφάντων: βασιλικοί τε σταθμοὶ καὶ ἵπποις καὶ θηρίοις, βασιλικὸν δὲ καὶ ὁπλοφυλάκιον: παραδίδωσι γὰρ στρατιώτης τήν τε σκευὴν εἰς τὸ ὁπλοφυλάκιον καὶ τὸν ἵππον εἰς τὸν ἱππῶνα καὶ τὸ θηρίον ὁμοίως: χρῶνται δ᾽ ἀχαλινώτοις: τὰ δ᾽ ἅρματα ἐν ταῖς ὁδοῖς βόες ἕλκουσιν, οἱ δὲ ἵπποι ἀπὸ φορβειᾶς ἄγονται τοῦ μὴ παρεμπίπρασθαι τὰ σκέλη, μηδὲ τὸ πρόθυμον αὐτῶν τὸ ὑπὸ τοῖς ἅρμασιν ἀμβλύνεσθαι. δύο δ᾽ εἰσὶν ἐπὶ τῷ ἅρματι παραβάται πρὸς τῷ ἡνιόχῳ: δὲ τοῦ ἐλέφαντος ἡνίοχος τέταρτος, τρεῖς δ᾽ οἱ ἀπ᾽ αὐτοῦ τοξεύοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: