previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

τίν᾽ ἂν οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ Βορυσθένη καὶ τὴν Κελτικὴν τὴν παρωκεανῖτιν; ὅπου μηδὲ φύεται ἄμπελος μὴ τελεσφορεῖ: ἐν δὲ τοῖς νοτιωτέροις τούτων καὶ ἐπιθαλαττιδίοις καὶ τοῖς κατὰ Βόσπορον τελεσφορεῖ, ἐν μικροκαρπίᾳ δέ, καὶ τοῦ χειμῶνος κατορύττεται. οἱ δὲ πάγοι παρ᾽ αὐτοῖς τοιοῦτοί τινές εἰσιν ἐπὶ τῷ στόματι τῆς λίμνης τῆς Μαιώτιδος, ὥστ᾽ ἐν χωρίῳ, ἐν χειμῶνος τοῦ Μιθριδάτου στρατηγὸς ἐνίκησε τοὺς βαρβάρους ἱππομαχῶν ἐπὶ τῷ [p. 97] πάγῳ, τοὺς αὐτοὺς καταναυμαχῆσαι θέρους, λυθέντος τοῦ πάγου. δ᾽ Ἐρατοσθένης καὶ τοὐπίγραμμα προφέρεται τὸ ἐν τῷ Ἀσκληπιείῳ τῷ Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ χαλκῇ ὑδρίᾳ διὰ τὸν πάγονεἴ τις ἄρ᾽ ἀνθρώπων μὴ πείθεται οἷα παρ᾽ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν: ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλ᾽ ἐπίδειγμα χειμῶνος μεγάλου θῆχ᾽ ἱερεὺς Στρατίος.’ ὅπου οὖν οὐδὲ τοῖς ἐν Βοσπόρῳ συγκριτέον τὰ ἐν τοῖς διαριθμηθεῖσι τόποις, ἀλλ᾽ οὐδὲ τοῖς ἐν Ἀμισῷ καὶ Σινώπῃκαὶ γὰρ ἐκείνων εὐκρατοτέρους ἂν εἴποι τις), σχολῇ γ᾽ ἂν παραβάλλοιντο τοῖς κατὰ Βορυσθένη καὶ τοῖς ἐσχάτοις Κελτοῖς. μόλις γὰρ ἂν ταυτοκλινεῖς εἶεν τοῖς κατ᾽ Ἀμισὸν καὶ Σινώπην καὶ Βυζάντιον καὶ Μασσαλίαν, οἳ τοῦ Βορυσθένους καὶ τῶν Κελτῶν ὡμολόγηνται νοτιώτεροι σταδίοις τρισχιλίοις καὶ ἑπτακοσίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: