previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[18]

ἅπασα δ᾽ χώρα δυσχείμερός ἐστι μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων τῶν μεταξὺ Βορυσθένους καὶ τοῦ στόματος τῆς Μαιώτιδος: αὐτῶν δὲ τῶν ἐπὶ θαλάττῃ τὰ ἀρκτικώτατα τό τε στόμα τῆς Μαιώτιδος καὶ ἔτι μᾶλλον τὸ τοῦ Βορυσθένους καὶ μυχὸς τοῦ Ταμυράκου κόλπου, τοῦ καὶ Καρκινίτου, καθ᾽ ὃν ἰσθμὸς τῆς μεγάλης χερρονήσου. δηλοῖ δὲ τὰ ψύχη, καίπερ ἐν πεδίοις οἰκούντων: ὄνους τε γὰρ οὐ τρέφουσιδύσριγον γὰρ τὸ ζῷον), οἵ τε βόες οἱ μὲν ἄκερῳ γεννῶνται, τῶν δ᾽ ἀπορρινῶσι τὰ κέρατακαὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος), οἵ τε ἵπποι μικροί, τὰ δὲ πρόβατα μεγάλα: ῥήττονται δὲ χαλκαῖ ὑδρίαι, τὰ δ᾽ ἐνόντα συμπήττεται. [p. 422] τῶν δὲ πάγων σφοδρότης μάλιστα ἐκ τῶν συμβαινόντων περὶ τὸ στόμα τῆς Μαιώτιδος δῆλός ἐστιν. ἁμαξεύεται γὰρ διάπλους εἰς Φαναγόρειαν ἐκ τοῦ Παντικαπαίου, ὥστε καὶ πλοῦν εἶναι καὶ ὁδόν: Νεοπτόλεμον δέ φασι τὸν τοῦ Μιθριδάτου στρατηγὸν ἐν τῷ αὐτῷ πόρῳ θέρους μὲν ναυμαχίᾳ περιγενέσθαι τῶν βαρβάρων, χειμῶνος δ᾽ ἱππομαχίᾳ. ὀρυκτοί τέ εἰσιν ἰχθύες οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ τῇ προσαγορευομένῃ γαγγάμῃ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος. φασὶ δὲ καὶ τὴν ἄμπελον ἐν τῷ Βοσπόρῳ κατορύττεσθαι χειμῶνος, ἐπαμώντων πολὺ τῆς γῆς. λέγεται δὲ καὶ τὰ καύματα σφοδρὰ γίνεσθαι, τάχα μὲν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων ἀνηνεμούντων τότε, καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν. Ἀτέας δὲ δοκεῖ τῶν πλείστων ἄρξαι τῶν ταύτῃ βαρβάρων πρὸς Φίλιππον πολεμήσας τὸν Ἀμύντου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: