previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36] Ἀλαλκομενῶν τοίνυν μέμνηται ποιητής, ἀλλ᾽ οὐκ ἐν καταλόγῳἭρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.’ ἔχει δ᾽ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητὴν ὡς ἀπὸ πατρίδων τούτων ἀμφοτέρας οὕτως ὀνομάσαι. διὰ τοῦτο δ᾽ ἴσως οὐδ᾽ ἐν τῷ καταλόγῳ μέμνηται τῶν [p. 584] ἐνταῦθα ἀνδρῶν, ἐπειδὴ ἱεροὶ ὄντες παρεῖντο τῆς στρατείας. καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλεσεν πόλις, οὔτε μεγάλη οὖσα οὔτ᾽ ἐν εὐερκεῖ χωρίῳ κειμένη, ἀλλ᾽ ἐν πεδίῳ: τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πάσης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν ἐκλιπόντες τὴν πόλιν ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφ᾽ Τιλφῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα ἐκεῖ τελευτήσαντος κατὰ τὴν φυγήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: