previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[208]

Διὰ δὲ τῆς νυκτὸς ἐκείνης θαυμάσιον οἷον ὄνειρον ἐθεασάμην: ἐπεὶ γὰρ εἰς κοίτην ἐτραπόμην διὰ τὰ γραφέντα λυπούμενος καὶ τεταραγμένος, [209] ἔδοξά τινα λέγειν ἐπιστάντα μοι, “παῦσαι τὴν ψυχήν, οὗτος, ἀλγῶν, παντὸς δ᾽ ἀπαλλάσσου φόβου: τὰ γὰρ λυποῦντά σε μέγιστον ποιήσει καὶ ἐν πᾶσιν εὐτυχέστατον, κατορθώσεις δ᾽ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πολλὰ ἕτερα. μὴ κάμνε δή, [210] μέμνησο δ᾽ ὅτι καὶ Ῥωμαίοις δεῖ σε πολεμῆσαι.” τοῦτον δὲ τὸν ὄνειρον θεασάμενος διανίσταμαι καταβῆναι προθυμούμενος εἰς τὸ πεδίον. πρὸς δὲ τὴν ἐμὴν ὄψιν πᾶν τὸ πλῆθος τῶν Γαλιλαίων, ἦσαν δ᾽ ἐν αὐτοῖς γυναῖκές τε καὶ παῖδες, ἐπὶ στόμα ῥίψαντες ἑαυτοὺς καὶ δακρύοντες ἱκέτευον μὴ σφᾶς ἐγκαταλιπεῖν τοῖς πολεμίοις, μηδ᾽ ἀπελθεῖν ἐάσαντα τὴν χώραν αὐτῶν ἐνύβρισμα τοῖς ἐχθροῖς ἐσομένην. [211] ὡς δὲ ταῖς δεήσεσιν οὐκ ἔπειθον, κατηνάγκαζον ὅρκοις μένειν παρ᾽ ἑαυτοῖς ἐλοιδοροῦντό τε τῷ δήμῳ πολλὰ τῶν Ἱεροσολυμιτῶν ὡς εἰρηνεύεσθαι τὴν χώραν αὐτῶν οὐκ ἐῶντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: