previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[216]

Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σίμωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν δι᾽ ἐνέδρας ἐπεβούλευεν: φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα. [217] γράφει δὲ πρός με τοιαύτην ἐπιστολήν: “Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ πεμφθέντες ὑπὸ τῶν Ἱεροσολυμιτῶν Ἰωσήπῳ χαίρειν. ἡμεῖς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις πρώτων ἀκουσάντων τὸν ἀπὸ Γισχάλων Ἰωάννην ἐπιβεβουλευκέναι σοι πολλάκις ἐπέμφθημεν ἐπιπλήξοντες αὐτῷ καὶ παραινέσοντες εἰς τὸ λοιπὸν ὑπακούειν σοι. [218] βουλεύσασθαι δὲ σὺν σοὶ θέλοντες περὶ τῶν κοινῇ πρακτέων παρακαλοῦμεν ἥκειν θᾶττον πρὸς ἡμᾶς μὴ μετὰ πολλῶν: οὐδὲ γὰρ κώμη δύναιτ᾽ ἂν στρατιωτῶν πλῆθος ἐπιδέξασθαι.” [219] ταῦτα δ᾽ ἔγραφον προσδοκῶντες δυοῖν θάτερον, ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξουσιν ὑποχείριον, πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον. [220] ἧκεν δέ μοι τὴν ἐπιστολὴν ἱππεὺς κομίζων θρασὺς ἄλλως νεανίας τῶν παρὰ βασιλεῖ ποτε στρατευσαμένων. ἦν δ᾽ ὥρα νυκτὸς ἤδη δευτέρα, καθ᾽ ἣν ἐτύγχανον μετὰ τῶν φίλων καὶ τῶν τῆς Γαλιλαίας πρώτων ἑστιώμενος. [221] οὗτος δὴ προσαγγείλαντος οἰκέτου μοι ἥκειν τινὰ ἱππέα Ἰουδαῖον, εἰσκληθεὶς ἐμοῦ κελεύσαντος ἠσπάσατο μὲν οὐδ᾽ ὅλως, τὴν δὲ ἐπιστολὴν προτείνας, “ταύτην, εἶπεν, οἱ ἐξ Ἱεροσολύμων ἥκοντες πεπόμφασί σοι. γράφε δὴ τάχιστα καὶ σύ: καὶ [222] γὰρ ἐπείγομαι πρὸς αὐτοὺς ὑποστρέφειν.” οἱ μὲν οὖν κατακείμενοι τὴν τοῦ στρατιώτου τόλμαν ἐθαύμασαν, ἐγὼ δὲ καθέζεσθαι παρεκάλουν καὶ συνδειπνεῖν ἡμῖν. ἀρνησαμένου δὲ τὴν μὲν ἐπιστολὴν μετὰ χεῖρας εἶχον ὡς ἐδεξάμην, πρὸς δὲ τοὺς φίλους περὶ πραγμάτων ἑτέρων τὴν ὁμιλίαν ἐποιούμην. [223] μετ᾽ οὐ πολλὴν δ᾽ ὥραν ἐξαναστὰς καὶ τοὺς μὲν ἄλλους ἀπολύσας ἐπὶ κοίτην, τέσσαρας δέ μοι μόνον τῶν ἀναγκαίων φίλων προσμεῖναι κελεύσας καὶ τῷ παιδὶ προστάξας οἶνον ἑτοιμάσαι, τὴν ἐπιστολὴν ἀναπτύξας μηδενὸς ἐμβλέποντος κἀξ αὐτῆς ταχὺ συνεὶς τὴν τῶν γεγραμμένων ἐπίνοιαν, πάλιν αὐτὴν ἐσημηνάμην. [224] καὶ ὡς μὴ προανεγνωκώς, ἀλλὰ μετὰ χεῖρας αὐτὴν ἔχων, προσέταξα τῷ στρατιώτῃ δραχμὰς εἴκοσι ἐφόδιον δοθῆναι. τοῦ δὲ λαβόντος καὶ χάριν ἔχειν φήσαντος συνεὶς τὴν αἰσχροκέρδειαν αὐτοῦ καὶ ὡς ταύτῃ μάλιστά ἐστιν ἁλώσιμος, “ἀλλ᾽ εἰ συμπιεῖν ἡμῖν, ἔφην, θελήσειας, λήψει κατὰ κύαθον δραχμὴν μίαν.” δ᾽ ἄσμενος ὑπήκουσεν, [225] καὶ πολὺν τὸν οἶνον προσφερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλ᾽ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον παρ᾽ αὐτοῖς. [226] ταῦτ᾽ ἀκούσας ἀντιγράφω τὸν τρόπον τοῦτον: “Ἰώσηπος Ἰωνάθῃ καὶ τοῖς σὺν αὐτῷ χαίρειν. ἐρρωμένους ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἥκειν πυθόμενος ἥδομαι, μάλιστα δ᾽ ὅτι δυνήσομαι παραδοὺς ὑμῖν τὴν τῶν ἐνθάδε πραγμάτων ἐπιμέλειαν εἰς τὴν πατρίδα πορευθῆναι: τοῦτο γὰρ καὶ πάλαι ποιεῖν ἤθελον. [227] ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων, συγγνώμης δὲ τυχεῖν ἀξιῶ μὴ δυνάμενος τοῦτο ποιῆσαι παραφυλάσσων ἐν Χαβωλὼ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι δι᾽ ἐννοίας ἔχοντα. ἥκετε οὖν ὑμεῖς πρός με τὴν ἐπιστολὴν ἀναγνόντες. ἔρρωσθε.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: