previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[381]

Καὶ Τιβεριὰς δὲ παρ᾽ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης: τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γράφουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς παραληψόμενον τὴν πόλιν. [382] ὑπέσχετο δ᾽ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς φέρειν. [383] τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπ᾽ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν, παροξυνθὲν ἐφ᾽ ὅπλα τρέπεται. [384] συναχθέντες δὲ πολλοὶ πολλαχόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι: καὶ γὰρ πρὸς τοὺς Τιβεριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: