previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[394]

Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυγόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐτοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπ᾽ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς: καὶ τέλος ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν, ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο. [395] κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώτας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπ᾽ αὐτῇ προσέμιξα καὶ τοῖς τείχεσι προσέβαλλον, [396] καὶ διὰ κλιμάκων ἐμβιβάσας συχνοὺς τῶν στρατιωτῶν ἐγκρατὴς τοῦ πλείστου τῆς πόλεως μέρους ἐγενόμην, μετ᾽ οὐ πολὺ δὲ διὰ τὴν τῶν τόπων ἄγνοιαν ἀναγκασθέντες ὑπεχωρήσαμεν, ἀνελόντες Ῥωμαίων μὲν ἱππεῖς δύο, πεζοὺς δὲ δέκα, ὀλίγους δὲ Σεπφωριτῶν, αὐτοὶ δ᾽ ἕνα μόνον ἀπεβάλομεν. [397] γενομένης δ᾽ ὕστερον ἡμῖν κατὰ τὸ πεδίον μάχης πρὸς τοὺς ἱππεῖς μέχρι πολλοῦ καρτερῶς διακινδυνεύσαντες ἡττήθημεν: περιελθόντων γὰρ τῶν Ῥωμαίων οἱ μετ᾽ ἐμοῦ δείσαντες ἔφυγον εἰς τοὐπίσω. πίπτει δ᾽ ἐπὶ τῆς παρατάξεως ἐκείνης εἷς τῶν πεπιστευμένων τὴν τοῦ σώματός μου φυλακὴν Ἰοῦστος τοὔνομα καὶ παρὰ βασιλεῖ ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς. [398] κατὰ τοῦτον δὲ τὸν καιρὸν παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπ᾽ αὐτῆς ἡγεμὼν ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρατόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν ταῖς ὁδοῖς, τῇ τε εἰς Σελεύκειαν ἀγούσῃ καὶ τῇ εἰς Γάμαλα τὸ φρούριον, ὑπὲρ τοῦ τὰς παρὰ τῶν Γαλιλαίων ὠφελείας τοῖς ἐνοίκοις ἀποκλείειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: