Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ οὕτως: ι ' δεῖπνον ταῖς θεαῖς,1 κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάτᾳ.'
οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δ᾽ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη: ‘κλιβάνῳ διαφανεῖ.’ καὶ ὁ Σώφρων δὲ ἔφη: ‘τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;’ ὁ δ᾽ αὐτὸς μνημονεύει καὶ Πλακίτα τινὸς ἄρτου ἐν γυναικείοις: 'εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.' καὶ τυρῶντος δ᾽ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.