Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν. Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.
98. ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς::
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.