Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ αὐτῶν βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις: οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται, σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι. καὶ διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. οἴνῳ δὲ κάρτα προσκέαται: καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἀντίον ἄλλου. ταῦτα μέν νυν οὕτω φυλάσσεται, μεθυσκόμενοι
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.