Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών, ἐξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες ὑπέκειντο εὐάειαν παρέχουσαι. συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος: περίπτερος δ᾽ ἦν εἴκοσι κλίνας ἐπιδεχόμενος, κατεσκεύαστο δ᾽ αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας: αἱ δὲ τῆς περιστάσεως θύραι τὸν ἀριθμὸν εἴκοσι οὖσαι θυίναις κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς κόσμους, ἡ δ᾽ ἐνήλωσις ἡ κατὰ πρόσωπον αὐτῶν καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.