Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λαρίσῃ τῇ Θετταλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς Ἀθήνας, καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς, διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι᾽ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλημάτων ἀπολυθέντας ἐν ὁμονοίᾳ ζῆν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀνακτησαμένους, καὶ δωρεῶν μεγάλων τυχεῖν ἰδίᾳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.