Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν ἀριστείων Ἀλκιβιάδῃ παραχωρεῖ τῷ μηδ᾽ ὅλως κεκοινωνηκότι ταύτης τῆς στρατείας; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαι πώποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν πορείας εἴρηκε. καὶ Ἀντισθένης δ᾽ ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ. ‘ οὔκ ἐστιν δ᾽ ἔτυμος ὁ λόγος οὗτος.’ χαρίζεται γὰρ καὶ ὁ κύων οὗτος πολλὰ τῷ Σωκράτει: ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.