Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ στρατηγὸν τὸ θηρίον.' τοῦτο μὲν οὖν ὡς ἦν ἄρα τοιοῦτο ἡ δορὰ ἥ τε Μαρίου στρατεία μηνύει, ἐκεῖνο μέντοι τὸ λεγόμενον ὑπὸ τοῦ ἱστοριογράφου οὔκ ἐστι πιστόν, ὡς εἰσί τινες κατὰ τὴν Λιβύην
ὀπισθονόμοι καλούμενοι βόες διὰ τὸ μὴ ἔμπροσθεν αὐτοὺς πορευομένους νέμεσθαι, ἀλλ᾽ εἰς τοὐπίσω ὑποχωροῦντας τοῦτο ποιεῖν εἶναι γὰρ αὐτοῖς ἐμπόδιον πρὸς τὴν τοῦ κατὰ φύσιν νομὴν τὰ κέρατα οὐκ ἄνω ἀνακεκυφότα, καθάπερ τὰ τῶν λοιπῶν ζῴων, ἀλλὰ κάτω νενευκότα καὶ
ἐπισκοτοῦντα τοῖς ὄμμασι. τοῦτο γὰρ ἄπιστόν ἐστιν, οὐδενὸς ἑτέρου ἐπιμαρτυροῦντος ἱστορικοῦ.’ 65.
[p. 504]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.