καὶ Σώπατρος δ᾽ ὁ παρῳδὸς ἐν 'Ὀρέστῃ: [p. 38]
πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,
ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
Θεόπομπος δ᾽ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον ’
ἀλλ᾽ ἀμφὶ δείπνοις ὀξίδ᾽ ἀργυρᾶν ἔχει
δρακοντομίμοις ἠρμένην τορεύμασιν,
οἵαν ποτ᾽ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου
μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.