29. καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος, ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν
ἐπεὶ δὲ χ᾽ εἵκω οἴκαδις καταφθαρείς,
ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ᾽ οὐ κοῶ,
ἇς κά μ᾽ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.
”
ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
οὐ κατανοῶ τὰ τρίγλυφ᾽ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, [p. 64]
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.