Ἐρατοσθένης:
μύθου δὲ πασαίμην
ἥδιον.
44.
ὀπταλέα κρέα
ἐκ τέφρης ἐπάσαντο τὰ τ᾽ ἀγρώσσοντες ἕλοντο.
φησὶν ὁ Θηβαῖος μελοποιός. ἔτι περὶ τοῦ Τῶν ἡρώων Βίου ὅτι Σέλευκός φησι τὴν παρ᾽ Ὁμήρῳ δαῖτα [p. 106] θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι: τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι. ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾁδειν. σφαιρίζουσι δὲ παρ᾽παρ᾽ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες, καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο
ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ,