Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ τάδ᾽ ἱστορεῖ περὶ αὐτῶν:
“ τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες: ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος: μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ: τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος, καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ᾽ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος
”’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.