Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“31. γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ᾽ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι. ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς νέας κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.