οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται ὁ σοφὸς οὗτος : λέγει γοῦν
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι, στεφανώματα δ᾽ εἴσω
εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
ὁ δ᾽ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις
εἰ θείης, Ἀκάδημε, 6 ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων [p. 394]
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.