Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτὴν ἂν δ᾽ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ᾽ ἡ σηπία, καθάπερ οὐδ᾽ ὁ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων ‘αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις: ἐφαρμόττουσιν δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσιν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.