Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ εἶναι, τοὺς δ᾽ ἐκτὸς κακοηθεστάτους: οἱ
[p. 100]
δὲ μέσως, φησίν, ἔχοντες ἐπιεικεῖς, εἶναι δέ τινας καὶ σκαρδαμυκτικούς, τοὺς δ᾽ ἀτενεῖς, τοὺς δὲ μέσους: ἀβεβαίους δ᾽ εἶναι τοὺς σκαρδαμυκτικούς, ἀναιδεῖς. δ᾽ εἶναι τοὺς ἀτενεῖς: τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε
ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστεροῖς μέρεσι, τὰ δ᾽ ἄλλα ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλειῶν πλείονας ὀδόντας ἔχειν. τετηρῆσθαί δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ ἐπὶ συὸς καὶ ἐπὶ αἰγός.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.