οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα, ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι ἢ Θαλάττῃ οὕτως
Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. β. ποῖ;
α. ὅποι μ᾽ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ᾽ ᾗ
τἀπιδόσιμ᾽ ἡμῖν ἐστιν ἧς ἐχθὲς πιεῖν
κυάθους ἀκράτου μ᾽ ἐβιάσω σὺ δώδεκα.
τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ”
συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον
ἐβάδιζεν ὡς πρὸς Ὠφελίαν.