καὶ Ἀριστοφάνης Σφηξὶν
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ᾽ ἐς σκοροδάλμην
χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
35. ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ: ”
ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν.