Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. φησὶ δὲ καὶ πεπτικώτερον τοῦ οἴνου τὸ ὕδωρ Πλειστόνικος.
24. ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι: μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.